Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.125 Dem. 23.128 (English) >>Dem. 23.131

23.127οἷον, ἵνʼ εἰδῆτε καὶ ὑμεῖς πρὸς ταῦτʼ ἐγὼ βλέπων λέγω, Πύθων οὑτοσί, ὅτε μὲν Κότυν εὐθὺς ἀπεκτονὼς οὐκ ἀσφαλὲς ἡγεῖτʼ ἀπελθεῖν ὅποι τύχοι, ἦλθεν ὡς ὑμᾶς καὶ πολιτείαν ᾔτησεν καὶ πάντων ἐποιήσατο πρώτους ὑμᾶς, ἐπειδὴ δʼ οἴεται τὰ Φιλίππου πράγματα συμφέρειν αὑτῷ μᾶλλον, οὐδʼ ὁτιοῦν ὑμῶν φροντίσας τἀκείνου φρονεῖ. οὐ γάρ ἐστιν, οὐκ ἔστιν, ἄνδρες Ἀθηναῖοι, παρὰ τούτοις τοῖς ἐπὶ τῇ τοῦ πλεονεκτεῖν προαιρέσει ζῶσιν οὐδὲν οὔτε βέβαιον οὔθʼ ὅσιον, ἀλλὰ δεῖ τούτων, ὅστις εὖ φρονεῖ, φυλαττόμενον περιεῖναι, μὴ προπιστεύσαντα κατηγορεῖν. 23.128εἰ τοίνυν, ἄνδρες Ἀθηναῖοι, τοὐναντίον τἀληθὲς ὑπάρχει, θείημεν τὸν Χαρίδημον αὐτὸν καὶ γεγενῆσθαι περὶ ἡμᾶς σπουδαῖον καὶ εἶναι καὶ ἔσεσθαι, καὶ μηδέποτʼ ἄλλην γνώμην ταύτην σχήσειν, οὐδὲν μᾶλλον ἔχει καλῶς ταῦτʼ αὐτῷ ψηφίσασθαι. εἰ μὲν γὰρ ἐπʼ ἄλλο τι ταύτην τὴν ἄδειαν ἐλάμβανε, τὴν ἐκ τοῦ ψηφίσματος, τὰ Κερσοβλέπτου πράγματα, ἧττον ἂν ἦν δεινόν· νῦν δέ, ὑπὲρ οὗ καταχρήσεται τῇ διὰ τοῦ ψηφίσματος πλεονεξίᾳ, οὐκ ἀξιόπιστον οὔθʼ ἡμῖν οὔτʼ ἐκείνῳ λογιζόμενος αὐτὸν εὑρίσκω. 23.129σκέψασθε δʼ ὡς δικαίως ἕκαστʼ ἐξετάζω, καὶ σφόδρα γʼ εἰκότως δεδιώς. ἐγὼ σκοπῶ Κότυν, ὅτι κηδεστὴς ἦν Ἰφικράτει τὸν αὐτὸν τρόπον ὅνπερ Χαριδήμῳ Κερσοβλέπτης, καὶ τὰ πεπραγμένʼ ὁρῶ πολλῷ μείζονα καὶ χάριτος πλείονος ἄξιʼ ὑπὲρ Κότυος Ἰφικράτει ὑπὲρ Κερσοβλέπτου Χαριδήμῳ.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.125 Dem. 23.128 (English) >>Dem. 23.131

Powered by PhiloLogic